Η Παρθένος σήμερον...




Τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγή, ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆς τῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ; —ἢ δῆλόν ἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖται κατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶ τοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐν φόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ,
οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτου φορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεται ὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπων νόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲ διασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτων περιβαλλόμενος. ἡ δὲ φάτνη τὸ τῶν ἀλόγων ἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵνα γνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸ ἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείας πεφορτισμένον. ἀλλ᾿ ἡ μὲν κατάλληλος τροφὴ τῶν ἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτον τοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷον ἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος προστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντα τροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυν ἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρων κύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον καὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν, κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας. Ἀλλ᾿ ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺ γὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖν ταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰ τῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξαν ἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ᾿ οὐ καταυγάζεται ὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσει Ἰσραηλίτην λαὸν καὶ τὸν οὐράνιον φωστῆρα γνωρίσαντες καὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες. ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν. ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν. ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν, οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται. ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗ ἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσι λίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται, τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇ τινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν. οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν. ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρ βούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷ τὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται; ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ᾿ οὔρανον θαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοις ἐμήνυσε, —τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντι σημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷ συνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν. εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ, μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων, ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται; διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεται πρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος, ἀναιρεῖσθαι τὰ δείλαια βρέφη, —τί ἀδικήσαντα; —τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ᾿ ἑαυτῶν παρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναι καὶ εἰς φῶς ἐλθεῖν; καὶ ὑπὲρ τούτων ἔδει καταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναι δῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖς τῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντων τοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων; Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂν ὑπ᾿ ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸν σύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶν δημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τις διαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳ τὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶ φθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφος πρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον; —τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίον ἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφους ἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖς τὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον, πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰς ἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶν τέκνων περιπλοκὰς—καὶ πολλῶν ἅμα τοιούτων κατὰ ταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροπον τῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶν ἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆς φύσεως, —ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷ προσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίαν ἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχε τῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνου τοῖς κόλποις ἐδέχετο; πολλάκις δέ που τῇ ῥύμῃ τῆς χειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνον τῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρον ἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίας τοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτο πρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνον κατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναι ψῆφον, ἀλλ᾿ εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι—γέγραπται γὰρ, ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω—ἕτερον ἐν τούτοις κατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁ μεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν. οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμα δύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲν τὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸ ὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸς ἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνα σχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖς μητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος—οὐκ ἔχουσαν, ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένων τὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτι καὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ᾿ ἀκροᾶται τοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇ τὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ; τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ; τῇ τίνος οἰμωγῇ ἀντοδύρηται; ποίῳ ἀποθρηνήσει θανάτῳ ἴσως ἐφ᾿ ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως; Ἀλλ᾿ ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶ θρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇ πρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσα κατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴν τῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς, καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπει κακῶν. τίς δ᾿ ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτης εὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαιναν διαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι᾿ αὐτῆς τῆς ἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται, τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆς εἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳ δεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίαν ἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτου πεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντων ἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖ πύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνται μοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινον γένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦν ἀνοίγεται, καθώς φησιν ὁ Δαβὶδ, ἡ πύλη τῆς δικαιοσύνης. νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν ἑορταζόντων ἀκούεται. —δι᾿ ἀνθρώπου θάνατος, δι᾿ ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίαν ἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν. ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή. ἡ πρώτη τῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳ τῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεως τὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦ ὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίαν εἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε. ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτου καρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοις γίνεται. Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴν τοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ, ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ᾿ ἂν ἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο; τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆς κατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰ τῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰς εὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τις καταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα, τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶν μνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦ οἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλων παθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας, τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰ ὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσης ἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆς ἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι, καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσι τῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂν σώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸν τῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρ ἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπως ἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο. ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτων δίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν. τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστα καταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς; τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷ εὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ᾿ ἑτέρως τὴν θεραπείαν ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ᾿ ἐπίνοιαν ἀγαθόν, ἐκεῖνο ἐστι, —δυνατόν, δίκαιον ἀγαθόν, σοφόν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ᾿ ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς. ἀλλ᾿ αἰσχρὸν τὸ εἰς γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναι τῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Γρηγορίου Ἐπισκόπου Νύσσης - Εἰς τὸ Γενέθλιον τοῦ Σωτῆρος

Δεν υπάρχουν σχόλια: